(f.1)
Νικολάου ἱερέως τοῦ Ταραντίνου,
Λόγος
κατὰ τῶν χλευαζόντων τοὺς Γραικοὺς
ἕνεκεν τῶν ἐπιτιθεμένων στεφάνων τοῖς νυμφευομένοις
καὶ περὶ τῆς γενομένης συνάξεως ἔξω τῆς ἐκκλησίας ἐν τῇ ἁγίᾳ νυκτὶ
τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἀναστάσεως


« ᾿Εν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ» φησὶν ὁ Δαυΐδ· τὸ προσεκτικῶς ταῖς θείαις καὶ θεοπνεύστοις γραφαῖς τὸν νοῦν, ἀδελφοί, ὑπερείδεσθαι σωτήριον καὶ ὠφέλιμον. Αὐτὸς γὰρ ὁ θεάνθρωπος Κύριος πανταχοῦ τὰς θείας γραφὰς εἰς βεβαίωσιν [τῶν] παναληθεστάτων αὐτοῦ ῥημάτων προέβαλε. <Π>ρῶτον μὲν γὰρ τῷ πειραστῇ Ϲατανᾷ γραφικῶς ὡμίλει· τὸ γὰρ «Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου» καὶ τὸ «Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος», ναὶ μὴν καὶ τὸ «Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις» μωσαϊκὰ πάντα καὶ τοῦ παλαιοῦ νόμου ῥητὰ τυγχάνουσι. Τοῖς δέ γε ᾿Ιουδαίοις διαλεγόμενος «῾Ο πιστεύων εἰς ἐμέ,» ἔλεγε «καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος».      Παῦλος δέ, ὁ τοῦ Κυρίου ἀπόστολος, τί λέγει περὶ τοῦ Χριστοῦ; ὅτι «Χριστὸς Ἰησοῦς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς» καὶ «Ὃσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδαχήν προεγράφη, ἵνα δὲ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν». Ὁρᾷς ὅτι αἱ θεόπνευστοι γραφαὶ παρακλήσεις ἐπωνομάζονται ὡς τὴν ψυχὴν τοῦ ἐν αὐταῖς τερπομένου ἀεὶ εὐφραίνουσαι; «Αἱ παρακλήσεις σου» φησὶν ὁ Δαυΐδ «ηὔφρανον τὴν ψυχήν μου».     Καὶ ὁ Λουκᾶς αὖθις ὁ εὐαγγελιστής, μετὰ τὸ φαγεῖν οἰκονομικῶς τὸν ἰχ[θὺν] τῇ ἡμέρᾳ τῆς θείας ἀναλήψεως, πῶς γράφει τὰ περὶ τῆς σωτηρίας [τοῖς] ἀποστόλοις λεγόμενα; «Οὗτοι» φησίν «οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ· καὶ τότε πάλιν διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς».(f.1v) Οὐδὲν  γὰρ ἀλόγου ζῴου διαφέρει ὁ τῶν θείων γραφῶν ἀμέτοχος, ἄνω τοίνυν καὶ κάτω καὶ πανταχοῦ. Αἱ θεῖαι γραφαὶ τῆς ἡμῶν θείας καὶ παναληθεστάτης πίστεως στήριγμα καθεστήκασι.

Ταῦτα δὲ πάντα λέγομεν πρὸς τοὺς φιλοκόμπους τῶν Λατίνων καὶ καταγελάστους, τοὺς χλευάζοντας τὰ τῶν Γραικῶν ἐν τοῖς γάμοις στεφανώματα. Τί δὲ καλῶς στεφανοῦνται οἱ νυμφευόμενοι καὶ δικαίως οἱ μὲν ἐν τῷ στεφανοῦσθαι σπάθην περιζώννυνται, οἱ δὲ φελώνιον ἐνδιδύσκονται, ἄκουε· πρῶτον μὲν γὰρ ὁ θεοπάτωρ Δαυίδ· «Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν». Ποίαν δόξαν ἢ ποίαν τιμὴν ἔχει νυμφίος ἀστεφάνωτος ἢ οὐκ οἶδας ὅτι μυστήριόν τι αἰνίττεται τὸ τοὺς νυμφευομένους στέφεσθαι, ἐξαρχῆς παρὰ τοῦ Θεοῦ δηλωθέν; Ὥσπερ γὰρ οἱ πρωτόπλαστοι ἐν τῇ Ἐδὲμ ὑπὸ τοῦ πάντων Θεοῦ ποτὲ εὐλογηθέντες ἤκουον «Αὐξάνεσθε καὶ πληρώσατε τὴν γῆν»· οὕτω καὶ νῦν οἱ νυμφευόμενοι ἐν τῷ δευτέρῳ παραδείσῳ, ἤγουν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, στέφονται ὑπὸ τοῦ ἱερέως, μετὰ ταῦτα ἐν τῷ στεφανοῦσθαι τοὺς νυμφευομένους ἐκβοῶντος καὶ λέγοντος· «ὁ Πατὴρ στεφανοῖ, ὁ Υἱὸς εὐλογεῖ, τὸ Πνεῦμα τὸ ἅγιον ἁγιάζει». Καὶ πάλιν ἔλαμπον οἱ προπάτορες ἡμῶν Ἀδὰμ καὶ Εὔα τῇ θεοϋφάντῳ στολῇ πρὸ τῆς παραβάσεως, λάμπουσι τανῦν καὶ ἀστράπτουσιν οἱ νυμφευόμενοι, πρῶτον μὲν τῇ στολῇ τοῦ θείου βαπτίσματος καὶ τῇ τῶν ἀρετῶν φαιδρότητι, ναὶ μὴν καὶ τῷ καλλωπισμῷ τῶν ἰματίων, λέγω τῶν νυμφικῶν. Ἐν τῷ παραδείσῳ ἐδέξαντο οἱ πρωτόκτιστοι παρὰ τοῦ πάντων Θεοῦ καὶ κτίστου τὴν ἐπὶ πάντων τῶν ὁρατῶν κτισμάτων ἀρχήν, ἐν τῷ νέῳ παραδείσῳ τουτέστιν ἐν τῇ ἐκκλησίᾳ, δέχεται παρὰ μὲν τοῦ ἱερέως ὁ νυμφίος ὁρατῶς τὴν εὐλογίαν, ἀοράτως δὲ παρὰ Θεοῦ, σὺν τῇ ἐξουσίᾳ τῇ εἰς τὴν ἰδίαν γυναίκα· ὁμοίως κἀκείνη εἰς τὸν ἴδιον ἄνδρα, καθὼς φησὶ Παῦλος «Ὁ γὰρ ἀνὴρ οὐ κυριεύει τοῦ ἑαυτοῦ σώματος, ἀλλὰ ἡ γυνὴ αὐτοῦ, ὡσαύτως καὶ ἡ γυνὴ οὐκ ἐξουσιάζει τοῦ ἑαυτῆς σώματος, ἀλλ᾿ ὁ ἀνὴρ αὐτῆς».(f.2) Καὶ πάλιν ἀνάρμοστον ἂν εἴη τοὺς ἐκ Θεοῦ τοῦ στεφοδότου συναρμοσθέντας, ὡς φησὶ Παῦλος ὅτι «παρὰ Θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή», ἀστεφανώτους νυμφευθῆναι. Ἀλλὰ καὶ ἐν τῷ εἰκοστῷ ψαλμῷ πάλιν ὁ θεοπάτωρ διαρρήδην λέγει «Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου». Εἰ γὰρ καὶ περὶ τοῦ Ϲωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ ψαλμὸς ἐγράφη, ἀλλὰ καὶ περὶ τῶν χριστιανῶν, ὦ Λατῖνε, γέγραπται. Ἔθηκεν ὁ Πατὴρ ἐπὶ τὴν τοῦ ὁμοουσίου Υἱοῦ αὐτοῦ κεφαλὴν στέφανον ἐκ λίθου τιμίου, τουτέστι τῆς πανσθενοῦς δυνάμεως, τίθησι καὶ ἐπὶ τὰς νυμφευομένων κεφαλὰς στεφάνους ἐκ λίθων τιμίων, ἤτουν σωφροσύνης καὶ καθαρότητος. Ὁ γὰρ τοῦ παναγίου Πνεύματος τοῖς τῷ Υἱῷ πιστεύουσι μεταδούς, πολλῷ μᾶλλον τοῖς νυμφευομένοις θείων στεφάνων μεταδίδωσιν. Ὁ δέ γε σοφώτατος Ϲολομῶν «ἐξέλθατε» φησί «καὶ ἴδετε, θυγατέρες Ϲιών, ἐν τῷ βασιλεῖ Ϲολομῶνι ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ». Εἰ δὲ καὶ περὶ τοῦ Χριστοῦ τοῦ ἀληθοῦς εἰρηνάρχου ταῦτα εἴρηται, τοῦτο γὰρ Ϲολομῶν ἑρμηνεύεται ὡς τὰ τίμια αὐτοῦ πάθη καὶ τὸν ἀκάνθινον στέφανον, ὅνπερ ἡ τῶν Ἑβραίων παράνομος συναγωγὴ τῇ τοῦ θεανθρώπου Χριστοῦ κεφαλῇ ἐπέθηκεν ἐν τῇ ἡμέρᾳ τῆς αὐτοῦ νυμφεύσεως, ἤτοι τῆς σωτηρίας ἡμῶν. Αὕτη γὰρ καὶ ἡ νύμφευσις αὐτοῦ καὶ ἡ τῆς καρδίας αὐτοῦ εὐφροσύνη. Ἀλλ᾿ οὖν γε καὶ περὶ τῶν πιστευόντων Χριστῷ καὶ νυμφευομένων οὐκ ἔτι ἐν ἑβραϊκῇ συναγωγῇ, ἀλλ᾿ ἐν ἐκκλησίᾳ καθολικῇ τε καὶ ἀποστολικῇ, φίλε Λατῖνε, γέγραπται. Ἀλλὰ ταῦτα μὲν περὶ τῶν στεφάνων.



Περὶ δὲ τῶν ξιφῶν ὧν περιζώννυνται οἱ νυμφευόμενοι ῥητέον ἡμῖν. Ἀνάγνωθι, κὺρ Λατῖνε, τὸν μδ' ψαλμὸν καὶ εὑρήσεις ἐν αὐτῷ γεγραμμένον τὸ «Περίζωσαι τὴν | (f.2v) ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου». Νόει τοίνυν, Λατῖνε, τὴν θείαν γραφὴν οὐ μόνον εἰς Χριστόν, ἀλλ᾿ εἰς πάντας τοὺς πιστεύοντας εἰς αὐτόν. Ῥομφαίαν αὖ μοι νόει τοῦ Χριστοῦ τὸν σταυρὸν αὐτοῦ τὸν τίμιον· ὅτε γὰρ ἐσταυρώ<θη>, τότε ὡραιώθη ὡραῖος κάλλει, αἱματωθείσης τῆς ἀχράντου αὐτοῦ σαρκὸς ἐν τῷ σταυρῷ. Οὕτως οὖν ὡραΐζεται τῇ τοῦ ξίφους περιζώσει ὁ νυμφίος· ἐμφαίνει γὰρ τότε τὴν ἐξουσίαν καὶ τὴν δυναστείαν ἣν ἔχει κατὰ πάντων τῶν ἐν μοιχείᾳ καὶ λαγνείᾳ καὶ πορνείᾳ συμφερομένων.

Οἱ δ᾿αὖ γε τὰ φελώνια ἐνδυόμενοι τῇ λαμπρότητι τῆς θείας ἱερουργίας καὶ τὴν εὐφροσύνην τὴν ἐξ αὐτῆς ὑπεμφαίνουσιν. «Ἀγαλλιάσθω» γάρ φησιν Ἠσαΐας ὁ σοφός «ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσέ με γὰρ ἱμάτιον σωτηρίου» καὶ τὰ ἑξῆς.

Ϲίγησον οὖν, σίγησον, ἐσθλὲ Λατῖνε· ὅσα γὰρ πρὸς ἡμῶν τῶν Γραικῶν γίνονται, εἴτε ἐν γάμοις εἴτε ἐν πάσαις ἄλλαις ἀκολουθίαις τῆς ἁγίας ἐκκλησίας, βεβαίως καὶ ἀτρεκεστάτως γίνονται. Οὐ γὰρ ἡμεῖς ἐσμὲν οἱ ταῦτα τάχα πρῶτον ποιοῦντες, ἀλλ᾿ ἐκ τῶν ἐν Νικαίᾳ θείων πατέρων ταῦτα παρελάβομεν· τὸ στέφεσθαι ἐν τοῖς γάμοις, τὸ σπάθην περιζώννυσθαι καὶ τὸ φελώνιον ἐνδύεσθαι, ὧν γὰρ «τίμιος ὁ γάμος» καὶ «ἡ κοίτη ἀμίαντος», καὶ ὧν οἱ υἱοὶ νεοφύτοις ἐλαιῶν ὡμοιώθησαν δένδροις, ὁμοιωθῆναι τὸν νυμφίον ἀγαθῷ γεωργῷ εἰδότι καλλιεργῆσαι τὴν ἑαυτοῦ ἀγαθὴν ἄρουραν, ἤγουν τὴν ἑαυτοῦ γαμετήν, καὶ τὴν νύμφην ἀπεικασθῆναι εὐθηνούσῃ ἀμπέλῳ. Ἄδικον ὁμοῦ καὶ ἄτακτον ἂν εἴη ἀστεφανώτους νυμφευθῆναι. Πῶς γὰρ ἂν γινώσκωμεν διαφορὰν μαινάδος καὶ γυναικὸς σώφρονος, εἰ μὴ τῷ στεφθῆναι ἐν τοῖς γάμοις; Εἰ δὲ καὶ τοῦτο οὐ συναινεῖς, πρόσεχε καὶ πείσθητι τῷ προφήτῃ Δαυῒδ λέγοντι πρὸς πάντα ἄνθρωπον νυμφευόμενον «Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Ϲιὼν καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου». [Ὁρᾷς] τὸ τῆς εὐλογίας καὶ τῶν στεφάνων μέγεθος; Πῶς οὖν οὕτως ἐπι[στήμων] ἐγένου | (f.3) καὶ οὐκ ἐννοεῖς τὸ παρὰ πᾶσιν ἀνθρώποις λεγόμενον ὅτι τοῖς Ἕλλησι δέδοται ἡ σοφία παρὰ τοῦ Θεοῦ ὡς πάντοτε ἐπιζητοῦσιν αὐτήν, ὡς φησὶ Παῦλος. Γράφει γὰρ αὐτά· «Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσι». Καὶ ταῦτα μὲν περὶ τῶν ἐν τοῖς γάμοις στεφανωμάτων καὶ ξιφῶν καὶ φελωνίων κατὰ τὸ δυνατὸν ἡμῖν γέγραπται.


Ῥαπτέον οὖν ἡμῖν καὶ περὶ τοῦ τῆς σεπτῆς ἐκκλησίας κυκλώματος τῆς τε συνάξεως τῆς ἐν τῷ ὄρθρῳ τοῦ ἁγίου πάσχα παρ᾿ ἡμῶν τῶν Γραικῶν γινομένης. Καί σοι, κύρι Λατῖνε, προσεκτέον· ἐν τῷ μζ′ ψαλμῷ λέγει ὁ προφήτης Δαυΐδ «Εὐφρανθήτω ὄρος Ϲιὼν καὶ ἀγαλλιάσθωσαν αἰ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Κυκλώσατε Ϲιὼν καὶ περιλάβετε αὐτήν» καὶ τὰ ἑξῆς. Ὁρᾷς, κῦρ Λατῖνε, τὴν τῆς ἀναστάσεως τοῦ Χριστοῦ χαρμονήν; «Εὐφράνθητι» γὰρ φησίν «ὄρος Ϲιών», ὅπερ ἐστὶν ἡ τοῦ Χριστοῦ ἐκκλησία. Ϲιὼν γὰρ οἶκος Θεοῦ ἑρμηνεύεται. Εἴη δὲ καὶ Ϲιὼν ἅπας ὁ τῶν χριστιανῶν θεοτερπὴς λαὸς κατὰ τὸν προφήτην Ἱερεμίαν τὸν λέγοντα ὡς ἐκ προσώπου τοῦ θεανθρώπου Χριστοῦ ὅτι «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω», ἐπεὶ τοίνυν ἡ τοῦ Χριστοῦ ἐκκλησία τύπον φέρει τῷ μὲν διαβόλῳ καὶ τοῖς δαίμοσιν ᾅδου καὶ ἀπωλείας καὶ καταποντίσεως, τοῖς δὲ τοῦ Λόγου καὶ Θεοῦ λατρευταῖς σωτηρίας καὶ ἀγαλλιάσεως. Ὥσπερ γὰρ αἱ τῶν ἀπίστων ψυχαὶ ἐν τῷ ᾅδῃ βασανίζονται, οὕτω δίχα παντὸς δισταγμοῦ ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ βασανίζονται οἱ δαίμονες καὶ καταποντίζονται αἱ ἁμαρτίαι, βαπτιζομένων τῶν ἀνθρώπων καὶ φωτιζομένων ψυχῇ τε καὶ σώματι καὶ τῶν ἀχράντων μυστηρίων Χριστοῦ γευομένων καὶ μετόχων γενομένων τῆς ἀγγελικῆς διαγωγῆς τε καὶ τέρψεως. Ἡ μέντοι τῆς ἐκκλησίας κύκλωσις, ὡς προείρηται, σημεῖον ἀντίτυπον τῆς τοῦ ᾅδου σκυλεύσεως πέφυκεν. Ὁ γὰρ ἱερεὺς δεικνύει ἐν τῷ ἑστάναι ἔξω τῆς ἐκκλησίας καὶ λέγειν μεγαλοφώνως τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν μετὰ τοῦ σὺν αὐτῷ λαοῦ τὸν τύπον τῆς ἐν τῷ ᾅδῃ τοῦ Ϲωτῆρος φρικτῆς καταβάσεως ὁμοῦ καὶ σκυλεύσεως, εἰ δέ σοι εἴπομεν σημεῖον ἀντίτυπον εἶναι τὸν ἱερέα μετὰ τοῦ Χριστοῦ.